[ ] Lyd., N.W. — Thyateira (Akhisar) — ca. 200 AD
1      [ἀγ]αθῆι τύχηι.  {²vv. 1-2 in crepidine}²
     [ἡ] βουλὴ
〚— — — Λαιβιανοῦ〛 τοῦ Καλ̣-
[λι]στράτου ἀγωνοθετήσαν-
5 [τα] τοῦ πρὸ πόλεως Τυρίμνου ἐν-
[δό]ξως καὶ ἐπιφανῶς ἔν τε δια-
[νο]μαῖς καὶ ἐπιδόσεσιν ταῖς πρὸς
[τὴ]ν βουλὴν ἀναστραφέντα φιλο-
[τ]είμως καὶ μεγαλοπρεπῶς, καὶ
10 [τ]ὰς δημοτελεῖς θυσίας καὶ ἑο[ρ]-
[τ]ὰς ἀφθόνως καὶ ἀνυπερβλή-
[τ]ως ἐπιτελέσαντα ἐν τῇ πα-
νηγύρει, κοσμήσαντα τὴν πατρί-
δα ἔν τε τῷ θυμελικῷ καὶ γυμν[ι]-
15 [κ]ῷ ἀγῶνι θέμασιν ἀσυνκρίτοις̣
οἴκοθεν καὶ τειμήμασιν πρὸς πάν-
τας τοὺς ἀγωνιστὰς κατ’ ἀξίαν τοῦ
θεοῦ καὶ τοῦ πατρὸς Λαιβιανοῦ, ἀνδρὸ[ς]
ἐν πάσαις ἀρχαῖς καὶ λειτουργίαις
20 καὶ ὑπηρεσίαις ὑπακούοντος τῇ
πατρίδι φιλοτείμως ἡ βουλὴ ἐκ τῶν
[ἰ]δίων μαρτυροῦσα ἀνέστησεν
[ἐ]κ παιδὸς ἡλικίας καὶ ἐν ἄλλαις
[ἀρ]χαῖς καὶ λειτουργίαις αὐτοῦ ἤδη ἐ-
25 ]υ̣πηρετοῦντος τῇ πατρίδι· ἐπιμελη-
  θέντος Ἀντωνίου Βάσσου.
Search Help
Contact Us