[ ] Lyd., N.W. — Thyateira (Akhisar) — Medar-Ovaköy — IGRR 4.1238
1         ἀγαθῆι τύχηι.
ἡ κρατίστη καὶ φιλοσέβαστος τῆς λαμ-
προτάτης καὶ διασημοτάτης καὶ ἱερᾶς
τοῦ προπάτορος θεοῦ Ἡλίου Πυθίου
5 Τυριμναίου Ἀπόλλωνος Θυατειρηνῶν
πόλεως βουλὴ ἐτίμησεν Τιβ. Κλ. Μηνογέ-
νην Καικιλιανὸν τὸν ἐκ πατέρων διὰ βίου
ἱερέα τοῦ Καθηγεμόνος Διονύσου καὶ ἀρχιε-
ρέα τῆς Ἀσίας καὶ τῆς πατρίδος κατὰ τὸ αὐτὸ
10 [κ]αὶ ἀγωνοθέτην υἱὸν Κλ. Σωκράτους Σακερ-
[δ]ωτιανοῦ ἀγωνοθέτου καὶ στεφανηφόρου
[κ]αὶ δὶς πρυτάνεως καὶ ἀρχιερέως καὶ ἱερέως
τοῦ Διονύσου καὶ Ἰουλ. Μηνογενίδος τῆς ἀνα-
θείσης τοὺς ξυστοὺς τῆι πατρίδι ἀγωνοθέτι-
15 δος καὶ στεφανηφόρου καὶ πρυτάνεως, θυγα-
τρὸς τῆς πόλεως, φύσει δὲ Μηνογένους ἀγω-
νοθέτου καὶ στεφανηφόρου καὶ πρυτάνεως,
ἔκγονον Κλ. Σωκράτους καὶ Ἀντωνίας Καικι-
λίας τῶν ἀρχιερέων τῆς Ἀσίας καὶ ἀγωνοθε-
20 τῶν καὶ στεφανηφόρων καὶ πρυτάνεων,
ἄνδρα ἤθους ἕνεκα καὶ παιδείας καὶ ἀρετῆς τε
πάσης ἐν τοῖς πρώτοις τῆς Ἀσίας καταριθμού-
μενον ἔν τε πρεσβείαις καὶ χορηγίαις καὶ
ἔργων κατασκευαῖς καὶ πάσαις φιλοτιμίαις
25 καὶ πᾶσι καιροῖς τοῖς ἐπείγουσιν ἐπιδεικνύ-
μενον τήν τε εἰς ἑαυτὴν καὶ τὴν πατρίδα
       ❦ εὔνοιαν. ❦
Search Help