[ ]
Lyd., N.W. — Thyateira (Akhisar) — Medar-Ovaköy — IGRR 4.1238
1 | ἀγαθῆι τύχηι. |
ἡ κρατίστη καὶ φιλοσέβαστος τῆς λαμ- | |
προτάτης καὶ διασημοτάτης καὶ ἱερᾶς | |
τοῦ προπάτορος θεοῦ Ἡλίου Πυθίου | |
5 | Τυριμναίου Ἀπόλλωνος Θυατειρηνῶν |
πόλεως βουλὴ ἐτίμησεν Τιβ. Κλ. Μηνογέ- | |
νην Καικιλιανὸν τὸν ἐκ πατέρων διὰ βίου | |
ἱερέα τοῦ Καθηγεμόνος Διονύσου καὶ ἀρχιε- | |
ρέα τῆς Ἀσίας καὶ τῆς πατρίδος κατὰ τὸ αὐτὸ | |
10 | [κ]αὶ ἀγωνοθέτην υἱὸν Κλ. Σωκράτους Σακερ- |
[δ]ωτιανοῦ ἀγωνοθέτου καὶ στεφανηφόρου | |
[κ]αὶ δὶς πρυτάνεως καὶ ἀρχιερέως καὶ ἱερέως | |
τοῦ Διονύσου καὶ Ἰουλ. Μηνογενίδος τῆς ἀνα- | |
θείσης τοὺς ξυστοὺς τῆι πατρίδι ἀγωνοθέτι- | |
15 | δος καὶ στεφανηφόρου καὶ πρυτάνεως, θυγα- |
τρὸς τῆς πόλεως, φύσει δὲ Μηνογένους ἀγω- | |
νοθέτου καὶ στεφανηφόρου καὶ πρυτάνεως, | |
ἔκγονον Κλ. Σωκράτους καὶ Ἀντωνίας Καικι- | |
λίας τῶν ἀρχιερέων τῆς Ἀσίας καὶ ἀγωνοθε- | |
20 | τῶν καὶ στεφανηφόρων καὶ πρυτάνεων, |
ἄνδρα ἤθους ἕνεκα καὶ παιδείας καὶ ἀρετῆς τε | |
πάσης ἐν τοῖς πρώτοις τῆς Ἀσίας καταριθμού- | |
μενον ἔν τε πρεσβείαις καὶ χορηγίαις καὶ | |
ἔργων κατασκευαῖς καὶ πάσαις φιλοτιμίαις | |
25 | καὶ πᾶσι καιροῖς τοῖς ἐπείγουσιν ἐπιδεικνύ- |
μενον τήν τε εἰς ἑαυτὴν καὶ τὴν πατρίδα | |
❦ εὔνοιαν. ❦ |