[ ]
Lyd., N.W. — Thyateira (Akhisar) — end 1st-beg.2nd c. AD? — IGRR 4.1236
1 | [οἱ ἐπὶ τῆς Ἀσίας Ἕλληνες] |
[ἐτε]ί̣μ̣ησ[αν] | |
[Τι. Κλαύδι]ον Γλύκωνος | |
[υἱὸν Ἀμφίμαχ]ον τὸν | |
5 | [τῆς αὑτοῦ γν]ησ̣ί̣α̣ς πατρίδο[ς] |
[․․․c.10․․․]ον ἐκ προγόνων ἔν τ[ε] | |
[γυμνασιαρ]χίᾳ καὶ πρυτανείᾳ καὶ | |
[ταῖς λοιπ]αῖς ἀρχαῖς τε καὶ λειτουρ- | |
[γίαις πά]σαις λαμπρῶς ἀναστρα- | |
10 | φέντα, ὥστε αὐτοῦ τὸ φιλότειμο[ν] |
περὶ τὴν πόλιν τῆς περὶ τὴν Ἀσίαν | |
ἀρεσκείας βασμὸν γενέσθαι δίκα[ι]- | |
ον πρὸς τὴν ἔνανχος ὑφ’ αὑτοῦ πρεσ- | |
βείαν ὑπὲρ τῆς Ἀσίας τελεσθεῖσαν̣ | |
15 | πρὸς τὸν αὐτοκράτορα ψηφίσμα- |
τι τῷ ὑπογεγραμμένῳ. ἔδοξε | |
τοῖς ἐπὶ τῆς Ἀσίας Ἕλλησιν, γνώ- | |
μη Τι. Κλαυδίου Λούππου ἀρχιερ- | |
έως. ἐπεὶ Κλαύδιος Ἀμφίμαχος ἀ[εὶ] | |
20 | βίον ἐζηκὼς ἀνεπίληπτον καὶ ἐν ἅ̣[πα]- |
σιν ἐπίσημον καὶ τὰς τῆς πατρίδος | |
ἐκτενῶς πεπληρωκὼς λειτουργίας | |
ἐν τῇ ἀνανκαιοτάτῃ χρείᾳ τῆς ἐπαρχε[ί]- | |
ας ἑαυτὸν ἐπέδωκεν τοῖς ἀρίστοις | |
25 | συμπρεσβεύσαντα ὑπὲρ τῆς εἰκοσ- |
τῆς καθ’ ἑκούσιον αἵρεσιν, δεδόχθαι ἀν- | |
ασταθῆναι αὐτοῦ τειμὰς ἐν τῷ ἐπι- | |
σημοτάτῳ τῆς πατρίδος τόπῳ, | |
πεμφθῆναι δὲ καὶ πρὸς Θυατειρη- | |
30 | νούς τοῦδε τοῦ ψηφίσματος τὸ |
ἀντίγραφον, ἵνα γεινώσχῃ ἡ πόλις, | |
ὅτι κατὰ κοινὸν οἶδεν ἡ Ἀσία τοὺς εὖ | |
ποιοῦντας αὐτὴν ἀμείβεσθαι. | |
δεδόχθαι τοῖς ἐπὶ τῆς Ἀσίας Ἕλλη- | |
35 | σιν γενέσθαι κα<θ>ότι προγέγραπται. ❦ |