[ ]
Lyd., N.W. — Thyateira (Akhisar) — IGRR 4.1248
1 | ἀγαθῆι τύχηι. |
ἡ φιλοσέβαστος βουλὴ | |
Λ. Ἰούλ. Νικόμαχον δεκα- | |
πρωτεύσαντα, πανηγυριαρ- | |
5 | χήσαντα τῶν μεγάλων Αὐγου- |
στείων, γυμνασιαρχήσαντα, | |
ἀποδοχέα δημοσίων γραμ- | |
μάτων, ἐργεπιστατήσαντα | |
ἱερᾶς πλατείας, σιτωνήσαν- | |
10 | τα, ἱππαρχήσαντα, στρατηγή- |
σαντα, γραμματεύσαντα βου- | |
λῆς δήμου, ἀγορανομήσαν- | |
τα, ἀποδέκτην τῶν πολειτι- | |
κῶν χρημάτων καὶ ἄλλας ἀρ- | |
15 | χὰς καὶ λειτουργίας ἐκτελέ- |
σαντα τῆι γλυκυτάτηι πατρί- | |
❦δι. ❦ |