[ ]
Lyd., N.W. — Thyateira (Akhisar) — IGRR 4.1244
| 1 | ἀγαθῆι τύχηι. |
| οἱ ἀρτοκόποι ἐτείμησαν καὶ | |
| ἀνέθηκαν ἐκ τῶν ἰδίων Γ. | |
| Ἰούλιον Ἰουλιανὸν Τατια- | |
| 5 | νὸν ἀγωνοθέτην καὶ |
| ἀσιάρχην καὶ ἀρχιερέα διὰ | |
| βίου, τριτεύσαντα καὶ ἀγορα- | |
| νομήσαντα κατὰ τὸ<ν> αὐτὸν ἐνι- | |
| αυτὸν καὶ πρεσβεύσαντα πρὸς | |
| 10 | τὸν αὐτοκράτορα προῖκα καὶ κα- |
| τορθωσάμενον τὰ μέγιστα τῇ | |
| πατρίδι, υἱὸν Γ. Ἰουλίου Ἰππι- | |
| ανοῦ καὶ Κορνηλίας Σεκούν- | |
| δης ἀρχιερέων τῆς Ἀσίας, ἔκ- | |
| 15 | γονον Φλα. Μοσχίου ἀρχιερέως, |
| ἀπόγονον Φλαβίων Ἱππιανοῦ | |
| καὶ Τατίας ἀρχιερέων ἐκ προ<γ>ό- | |
| νων κοσμοῦντα καὶ γένει καὶ | |
| ἔργοις καὶ φιλοτειμίαις ἐν παν- | |
| 20 | τὶ καιρῷ καὶ οἰκιστὴν τῆς πό- |
| λεως. | |
| ἐπιμεληθέντος τοῦ ἀ<ν>δριάν- | |
| τος Λεσβίου Φιλώτου καὶ ἀ- | |
| ναστήσαντος τὸν βωμὸν ἐκ τῶν | |
| 25 | ἰδίων μετὰ Ἀσκληπι․․ου τοῦ |
| υἱο<ῦ>. |