[ ] Lyd., N.W. — Thyateira (Akhisar) — ca. 140 AD — IGRR 4.1270
1 ἡ βουλὴ καὶ ὁ δῆμος
     ἐτείμησεν
Διονύσιον Μενελάου, παῖδα,
πρῶτον ἀγωνοθέτην τῆς πρ[ώ]-
5 τως ἀχθείσης ὑπὸ τῆς πόλεως
Σεβαστείου καὶ Τυριμνήου πα-
νηγύρεως εὐσεβῶς καὶ μεγαλο-
φρόνως πάντα φιλοτειμηθέντα
τῇ πατρίδι τά τε τῶν ἀγωνισμά-
10 των θέματα καὶ τὰς ἐπιδόσεις
τῶν ἐπιδειξαμένων ἐκ τῶν ἰδί-
ων ποιησάμενον καὶ τὰς εὐσε-
βεῖς θυσίας τῷ θεῷ δημοτε-
λεῖς καὶ λαμπρὰς ἐπιτελέσαν-
15 τα ταῖς εὐτυχέσιν ἑορταῖς κ̣α[ὶ]
πρώταις τήν τε βουλὴν καὶ
 τὸν δῆμον ἑστιάσαντα. {²ramus cum foliis}²
Search Help
Contact Us