[ ]
Lyd., N.W. — Thyateira (Akhisar) — 222-235 AD — IGRR 4.1233
1 | ἡ πατρὶς |
Αὐρηλίαν Ἑρμώνασσαν, τὴν | |
διὰ βίου ἱέρειαν τῆς Τύχης τῆς | |
πόλεως καὶ ἑπτάκι πρύτανιν | |
5 | μετὰ τοῦ γένους καὶ δὶς ἀρχιέ- |
ρειαν τῆς τε Ἀσίας καὶ τῆς πατρί- | |
δος, θυγατέρα Αὐρ. Ἀθηναίου | |
ἀσιάρχου καὶ νεωκόρου καὶ πρυ- | |
τάνεως καὶ ῥήτορος, καὶ Φλα. | |
10 | Πρεισκίλλης ἀρχιε̣ρείας δὶς τῆς |
Ἀσίας καὶ πρυτάνεως, γυναῖκα | |
Αὐρηλίου [Δι]αδόχου ἱππικοῦ, | |
ἀσιάρχου καὶ ἀρχιερέως κατὰ | |
τὸν αὐτὸν καιρὸν τῆς πατρί- | |
15 | δος καὶ διὰ βίου βουλάρχου, τὴν |
σώφρονα καὶ φίλανδρον καὶ | |
φιλόπατριν. |