[ ]
Lyd., N.W. — Thyateira (Akhisar) — 222-235 AD — IGRR 4.1230
1 | ἡ πατρὶς |
Μ. Αὐρ. Διάδοχον ἱππικόν, τὸν | |
ἀρχιερέα τῆς Ἀσίας ναῶν τῶν | |
ἐν Περγάμωι καὶ ἀρχιερέα κατὰ | |
5 | τὸν αὐτὸν καιρὸν τῆς πατρί- |
δος καὶ διὰ βίου βούλαρχον, τι- | |
μηθέντα ὑπὸ τοῦ θειοτάτου | |
Αὐτοκράτορος Μ. Αὐρ. Σεουήρου | |
Ἀλεξάνδρου Σεβαστοῦ συνά- | |
10 | ψαι τὰς ἀρχιερεωσύνας τοῖς |
ὀξέσιν ἐν ἑκατέραις ταῖς πό- | |
λεσιν, φιλοτιμησάμενον | |
ἐνδόξως καὶ μεγαλοφρόνως, | |
ἄνδρα ἐπὶ ἤθεσι καὶ ἐπιεικείαι | |
15 | καὶ τῆι πρὸς τὴν πατρίδα |
εὐνοίαι διαπρέποντα. |