[ ]
Lyd., N.W. — Thyateira (Akhisar)
1 | ἀγαθῆι τύχηι. |
ἡ κρατίστη καὶ φιλοσέ- | |
βαστος βουλὴ καὶ ὁ λαμ- | |
πρότατος δῆμος Αὐρήλ. | |
5 | Ἀσκληπιάδην Διογένους |
ἀγωνοθετήσαντα τοῦ Σωτῆ- | |
ρος Ἀσκληπιοῦ σεμνῶς καὶ πο- | |
λυδαπάνως, δόντα παρ’ ἑαυ- | |
τοῦ τὰ ἔπαθλα, δεκαπρωτεύ- | |
10 | σαντα, σειτωνήσαντα, στρα- |
τηγήσαντα, υἱὸν Αὐρ. Διογέ- | |
νους, ἀπὸ πασῶν ἀρχῶν καὶ | |
λειτουργιῶν διά τε ἑαυτοῦ | |
καὶ τοῦ γένους χρησίμου | |
15 | γενομένου τῇ γλυκυτάτῃ |
πατρίδι. |