[ ]
Lyd., N.W. — Thyateira (Akhisar)
1 | ἡ βουλὴ καὶ ὁ δῆμος τῆς |
λαμπροτάτης καὶ μεγίστης | |
Θυατειρηνῶν πόλεως ἐτί- | |
μησεν Αὐρ. Ἀσκληπιάδην | |
5 | Μάρκου γραμματεύσαντα |
βουλῆς δήμου, δεκαπρωτεύ- | |
σαντα καὶ ὑπὲρ τῶν υἱῶν σειτω- | |
νήσαντα ἁγνῶς καὶ πολυδα- | |
πάνως καὶ ὑπὲρ τῶν υἱῶν ἀγο- | |
10 | ρανομήσαντα, ἱππαρχήσαν- |
τα, στρατηγήσαντα, ἀποδέκτην | |
τῶν πολειτικῶν χρημάτων | |
καὶ ἄλλας ἀρχὰς καὶ λειτουρ- | |
γίας ἐκτελέσαντα τῆι γλυκυ- | |
15 | τάτηι πατρίδι. |