[ ] Lyd., N.W. — Thyateira (Akhisar) — IGRR 4.1228
1         ἀγαθῆι τύχηι.
ἡ βουλὴ καὶ ὁ δῆμος Ἀσκληπιάδην
Τρύφωνος υἱόν, τὸν πρύτανιν καὶ
ἱερέα τῆς Ῥώμης, στρατηγήσαντα{ς},
5 σιτώνην καὶ τριτευτήν, γραμματέα
βουλῆς δήμου, δεκαπρ<ω>τεύσαντα
ἔτη ιʹ καὶ ἐπιδόσει καὶ κυριακαῖς
ὑπ<η>ρεσίαις χρησιμεύσαντα τ<ῇ>
πατρίδ<ι> καὶ ἀποδοχέα τῶν
10            ἀρχείων.
Search Help
Contact Us