[ ]
Lyd., N.W. — Thyateira (Akhisar) — IGRR 4.1228
1 | ἀγαθῆι τύχηι. |
ἡ βουλὴ καὶ ὁ δῆμος Ἀσκληπιάδην | |
Τρύφωνος υἱόν, τὸν πρύτανιν καὶ | |
ἱερέα τῆς Ῥώμης, στρατηγήσαντα{ς}, | |
5 | σιτώνην καὶ τριτευτήν, γραμματέα |
βουλῆς δήμου, δεκαπρ<ω>τεύσαντα | |
ἔτη ιʹ καὶ ἐπιδόσει καὶ κυριακαῖς | |
ὑπ<η>ρεσίαις χρησιμεύσαντα τ<ῇ> | |
πατρίδ<ι> καὶ ἀποδοχέα τῶν | |
10 | ἀρχείων. |