[ ] Lyd., N.W. — Thyateira (Akhisar)
1 [ὁ δῆμος ἐτείμησεν(?)]
Ἀριστόνουν Πλουτιάδου
ταῖς μεγίσταις καὶ ἐνδοξοτά-
ταις τειμαῖς, γεγονότα ἄνδρα
5 καλὸν καὶ ἀγαθὸν περὶ τὴν πολι-
τείαν καὶ διὰ προγόνων ἐν πολ-
λοῖς καὶ ἀνανκαίοις καιροῖς εὐερ-
γετηκότα τὴν πατρίδα καὶ γυ-
μνασιαρχήσαντα καλῶς καὶ ἐνδό-
10 ξως ἀρετῆς ἕνεκεν καὶ εὐνοί-
ας τῆς εἰς ἑαυτόν.
Search Help
Contact Us