[ ]
Lyd., N.W. — Thyateira (Akhisar) — Süleymanlı: Karatepe — 276/5 BC
| 1 | ἀγαθῆι τύχηι. |
| βασιλευόντων Ἀντιόχου | |
| καὶ Σελεύκου τοῦ Ἀντιόχου | |
| ἑβδόμου καὶ τριακοστοῦ ἔτους, μη- | |
| 5 | νὸς Ὑπερβερεταίου. Ἀπόλλωνι |
| Πιτυαηνῶι εὐξάμενος Ἀργεῖος | |
| Φανοκρίτου ἀνέθηκε τὴν στή- | |
| λην ὑπέρ τε τῆς αὐτοῦ καὶ τῆς | |
| γυναικὸς ὑγιείας καὶ τῆς τοῦ | |
| 10 | υἱοῦ Φανοκρίτου σωτηρίας, ὅς ἁ- |
| λοὺς ὑπὸ τῶν Γαλατῶν ἐσώθη. | |
| εἴη οὖν ὁ Ἀπόλλων ἵλεως διὰ | |
| παντὸς Ἀργείωι καὶ τῆι γυναι- | |
| κὶ αὐτοῦ καὶ ἐγγόνοις καὶ | |
| 15 | ἀδελφοῖς. |