TAM V,2 840
[ ] Lyd., N.W. — Attaleia (Selçikli) — Sarılar — 253/254 AD
A {²in latere anteriore:}²
1 ἔτους τιβʹ, μη(νὸς) Ὑπερβ̣[ερ]-
ταίου εἰκάδι. Δημ̣[ή]-
τρις ὁ πατὴρ καὶ Σ[ω]-
κρατία ἡ μήτηρ καὶ
5 Μόσχειν ἡ ἀδελφὴ
καὶ Ἀπφιὰς ἡ πάτρα
καὶ Εὐέλπιστος ὁ πά-
τρων Δημητρίῳ τῷ
γλυκυτάτῳ μνείας
10 χάριν. εἰκοστὸν καὶ
τρίτον ἔχων ἔτος ἐν-
θάδε κεῖμαι, | ἀλλά
με Μοῖρ’ ἐδάμασσε
κακή, ἣν ἐκφυγέειν
15   μόνον οὐκ ἦν. |
B {²in latere sinistro}²
1 ἔτους τληʹ, μη(νὸς)
Περιθίου θιʹ. Σω-
κράτης ὁ ὑεὸς
κὲ Νεικομηδιαν-
5 ὸς ὁ υεἱὸς τεῦξα-
ν ὁμοῦ μετὰ τῶν
εἰδίων Σωκραθε̣[ί]-
α̣ν {²⁶Σωκρατίαν}²⁶ τὴν γλυκυτά-
την μητέρα ἐτί-
10 μησαν μνίας
  χάριν.
Search Help
Contact Us