[ ] Lyd., N.W. — Attaleia (Selçikli) — IGRR 4.1167
1 ἡ βουλὴ [καὶ ὁ δῆ]μος
ὁ Ἀτταλεατῶν ἐτεί-
μησαν Διονύσιον Γλύ-
κωνος ἄνδρα φιλόπα-
5 τριν κ(αὶ) εὐεργέτην, με-
τέχ̣οντα κ(αὶ) τῆς προε-
δρίας, ἄρξαντα μεγα-
λοπρεπῶς κ(αὶ) ἐνδόξω[ς]
ἐξ οἰκείων δαπανημά-
10 των στρατηγίαν τε κ(αὶ) ἱπ-
παρχίαν κ(αὶ) νομοφυλα-
κίαν κ(αὶ) ἀγορανομίαν κ(αὶ)
σειτωνία[ν], καθὰ ἡ πατρὶ[ς]
ἐψηφίσατο, κ(αὶ) πρυτανεί-
15 αν τῷ πέ[ρ]υσιν ἔτει τὴ̣[ν]
λαμπροτάτην ἀρχήν.
ἀνασταθείσης τῆς τει-
μῆς ἐπὶ Μενεκράτους βʹ
ἄρχ(οντος) αʹ κ(αὶ) ἱερέως τῶν κυρί-
20 ων αὐτοκρατόρων, γραμ-
ματεύοντος βουλῆς δή-
μου Ἀλυπιανοῦ Ἀλύπη̣-
     [του(?)].
Search Help