[ ] Lyd., N.E. — Göcek, Area of: Kömürcü — 316/7 AD
1 ἔτους υαʹ, μη(νὸς) Δείου δω-
δεκάτῃ. στῆθι ποσίν, παρο-
δεῖτα, καὶ ἀνάγνοθι, τίς κα-
τάκειμε· | τὸν εἰκοσστὸν
5 καὶ πέντε ἔτη ἔχοντα Ἑρμο-
γένης ἐνθάδε κεῖμε· | οὔπω
γένειον ἔκειρα οὐκ ἐν θ-
αλάμοις στέφος ἔσχα, | οὐ
γονέων οὐχ ἡλικίας ἐνε-
10 πλήσσθην, | λυπήσας ἐδίους
τε κατὰ Ἄϊδαν ἐνθάδε κεῖμε. |
ᾧ μήτηρ ἐποίησεν Μητροδώ-
ρα καὶ Εὐέρπιστος ὁ πατή<ρ> μου |
καὶ Μένανδρος ὁ ἀδερφός {²⁶ἀδελφός}²⁶ μου
15 καὶ Γλαύκη ἡ σύντροφός μου |
καὶ Ἀπελλινάρις καὶ Παυλεῖνος
ἡ συνγένειά μου πᾶσα | τεῖτλον ἐ-
μοὶ ἀνέστησαν μνείας χάριν εἰς ἐώ-
νειον οἶκον. |
20           ζῶντες.
Search Help
Contact Us