[ ]
Lyd., N.E. — Ioulia Gordos (Gördes) — Çiçekli — 230/1 AD
1 | ἀγαθῇ τύχῃ. |
θεοῖς πατρίοις καὶ Αὐτοκράτορι Καίσαρι Μ. Αὐρ. Σεουή- | |
ρῳ 〚[Ἀλεξάνδρῳ]〛 Εὐσεβεῖ Εὐτυχεῖ Σεβ(αστῷ) καὶ τῷ σύμπαντι | |
οἴκῳ αὐτοῦ καὶ τῇ γλυκυτάτῃ Ὑσσηνῶν κατοικίᾳ Αὐρ. Αἰλ. | |
5 | Φοίβη, θυγάτηρ Αὐρ. Ἰόλλα Ἐφεσιανοῦ ἑκατοντάρχου, |
ἐγγόνη δὲ Αἰλ. Φοίβης ματρώνης στολάτης, κατεσκεύα- | |
σεν ἐκ <β>άθ<ρ>ων τὸ περιστῷον τοῦ βαλανείου σὺν παντὶ τῷ | |
κόσμῳ αὐτοῦ ἐκ τῶν ἰδίων σὺν καὶ τοῖς τροφεῖσιν αὐτῆς | |
Τ. Αἰλ. Ἐπαφροδείτῳ καὶ Αἰλ. Καλλιτύχῃ, προνοησαμένων τῆς | |
10 | τοῦ ἔργου κατασκευῆς Τ. Αἰλ. Ἀλεξάνδρου τοῦ συντρόφου |
αὐτῆς καὶ Αὐρηλίων Διοδώρου Τυράννου καὶ Μητροφάνους | |
Λυδοῦ καὶ Διονυσίου βʹ, συντελεσθέντος τοῦ ἔργου ἐπὶ ἀνθυ- | |
πάτου Αμείκου, ἔτους τιεʹ, μη(νὸς) Ὑπερβερταίου ιβʹ. τῆς ἐπιγρα- | |
φῆς ταύτης ἀντίγραφον ἀπε[τέθη] εἰς τὸ ἐν Ιουλίᾳ Γόρδῳ | |
15 | ἀρχεῖον, ἧς καὶ ἀντίγρ[αφον ἀπόκειτα]ι π̣αρ’ αὐτῇ. |