[ ] Lyd., N.E. — Ioulia Gordos (Gördes) — Çiçekli — 230/1 AD
1                 ἀγαθῇ τύχῃ.
θεοῖς πατρίοις καὶ Αὐτοκράτορι Καίσαρι Μ. Αὐρ. Σεουή-
ρῳ 〚[Ἀλεξάνδρῳ]〛 Εὐσεβεῖ Εὐτυχεῖ Σεβ(αστῷ) καὶ τῷ σύμπαντι
οἴκῳ αὐτοῦ καὶ τῇ γλυκυτάτῃ Ὑσσηνῶν κατοικίᾳ Αὐρ. Αἰλ.
5 Φοίβη, θυγάτηρ Αὐρ. Ἰόλλα Ἐφεσιανοῦ ἑκατοντάρχου,
ἐγγόνη δὲ Αἰλ. Φοίβης ματρώνης στολάτης, κατεσκεύα-
σεν ἐκ <β>άθ<ρ>ων τὸ περιστῷον τοῦ βαλανείου σὺν παντὶ τῷ
κόσμῳ αὐτοῦ ἐκ τῶν ἰδίων σὺν καὶ τοῖς τροφεῖσιν αὐτῆς
Τ. Αἰλ. Ἐπαφροδείτῳ καὶ Αἰλ. Καλλιτύχῃ, προνοησαμένων τῆς
10 τοῦ ἔργου κατασκευῆς Τ. Αἰλ. Ἀλεξάνδρου τοῦ συντρόφου
αὐτῆς καὶ Αὐρηλίων Διοδώρου Τυράννου καὶ Μητροφάνους
Λυδοῦ καὶ Διονυσίου βʹ, συντελεσθέντος τοῦ ἔργου ἐπὶ ἀνθυ-
πάτου Αμείκου, ἔτους τιεʹ, μη(νὸς) Ὑπερβερταίου ιβʹ. τῆς ἐπιγρα-
φῆς ταύτης ἀντίγραφον ἀπε[τέθη] εἰς τὸ ἐν Ιουλίᾳ Γόρδῳ
15 ἀρχεῖον, ἧς καὶ ἀντίγρ[αφον ἀπόκειτα]ι π̣αρ’ αὐτῇ.
Search Help