[ ]
Lyd., N.E. — Ioulia Gordos (Gördes)
1 | [δ]αίμων ἣρπασεν ἐκ μελάθρω[ν] |
με πατρὸς καὶ μητρὸς ἄωρον. | ο[ἰ]- | |
[κ]ονόμον πάσης πόλεως βουλῆ[ς] | |
<τ>ε μεγίστης | Φάϊνον τείμησε πα- | |
5 | τρὶς τὸν <ἄριστον> ἐόντα, | καὶ μήτηρ Βασιλί- |
α | τὸ καταθύμιον τέκνον καὶ Ἑρ̣- | |
μιόνη ἡ σύνβιος τὸν ἑαυτῆς ἄνδρ[α] | |
τὸν καταθύμιον μνείας χάριν καὶ Ἑρμι- | |
όνη μου ποθητή. Φάεινόν σε ν̣έον | |
10 | τείμησε πάτρως Στρατόνεικος, | |
Κ̣αλλιγένεια καὶ Πραξιτέλης ἄν- | |
χιστα γένους μου· | καὶ Ὀνήσιμος | |
τῷ ἑαυτοῦ γανβρῷ μνίας χάριν. τῶν̣ | |
ἐτέων πλήρωσε νέκυς ὡς εἴκοσι | |
15 | πέντε. | ὃς ἂν τύνβον ἐμὸν συλήσει |
χωρὶς μητρὸς | καὶ γυνεκός, θήσι ἰς τὸ | |
ἱερώτατον ταμεῖον (δην.) ͵βφʹ. | τοῦτ’ ἐσ- | |
τιν τὸ τέλος βιότου ζωῆ<ς> τε | |
τελευτή. | | |
20 | χαῖρε. |