[ ] Lyd., N.E. — Ioulia Gordos (Gördes) — 183/4 AD
1 ἔτους σξηʹ, μη(νὸς) Δεί-
ου βʹ. Ἀσκληπιάδης
καὶ Ἀφφιας Ἀφφιαν
τὴν θυγατέρα, ἣν ὁ
5 δαίμων ἥρπασεν
ζήσασαν ἔτη εʹ,
ἐτείμησαν μνίας
χάριν. Βαλέριος
καὶ Ἀσκληπιάδης
10 τὴν ἀδελφὴν καὶ
Δημήτριος ὁ μήτρως
μετὰ τῆς συνβίου
ὁμοίως ἐτείμησαν,
οὐ πρόγαμον, ἀλλὰ τοῖ[ς]
15 βλεπομένοις πόνος.
Ἡρακλείδης τὴν σύν-
τροφον. {²vac.}² χαῖρε.
Search Help
Contact Us