[ ]
Lyd., N.E. — Daldis (Nardi Kalesi) — Kurttutan
1 | Πάννυχος καὶ Χρυσεὶν Πόπλειν |
τὸν υἱόν, Εὐφήμη, Εὔφημος, Μᾶρκος | |
τὸν ἀδελφόν. | |
ἄρτι με τὸν μέλλοντα χρόνον βιοτᾶς κομίσ[α]- | |
5 | σθαι | Πόπλιον ἥρπασε μοῖρα καὶ οὐκ ἤασε γο[νεῦ]- |
σιν | ἐσθλὰς γηροτρόφους ἄντα διδεῖν χά[ριτας]· | | |
δώδεκα γὰρ πλήσας ἐτέων χρόνον ἦλ[θα προμο]- | |
ίρ̣ως | τοὺς στυγεροὺς ἀδίκως Φερσεφ[όνης] | |
θαλάμους. | Πάννυχε, χρηστὲ πάτερ, κα[ὶ Χρυσ]- | |
10 | ίον, οἵ με τεκόντες, | μηκέτι πένθος ἄχ[ρησ]- |
τον ὀδύρετε, μηδ’ ἐπὶ κωφοὺς | τύμβους ἐρχ[ό]- | |
μενοι δακρυχοεῖτε μάτην. | αὕτη γὰρ κέκλω- | |
σται ἀνάνκη πᾶσι βροτοῖσιν | τέρ̣ματα πληρώσ- | |
αντας ἐς Ἄϊδα πάντας ἱκέσθαι. | | |
15 | χαῖρε. |