[ ] Lyd., N.E. — Maionia (Gökçeören-Menye) — 61/0 BC
1 ἔ̣τ̣ους εʹ καὶ κ̣ʹ, μηνὸς ιβʹ δʹ. ἔδοξεν τῶι δήμ̣[ω]ι· ἐ̣[πεὶ]
Πλούταρχος Ἑρμογένου τοῦ Πλουτάρχου τῶν πο-
   λιτῶν, ἀνδρὸς καλοῦ καὶ ἀγαθοῦ καὶ γένους πρώ-
   του καὶ ἀρετῆι καὶ πίστει διαφέροντος, γεγονό-
5    τος ἀπὸ τῆς πρώτης ἡλικίας ἐνδόξου πολίτου
   τετελεκότος τε πάσας πολλάκις τὰς ἀρχὰς
   εὐαρέστως καὶ καθαρείως καὶ ἀνεγκλήτως
   καὶ συμφερόντως τῶι δήμωι διά τε ταύτην
   τὴν ὑπόστασιν καὶ τὴν παρ’ ὅλον τὸν βίον ἀγω-
10    γὴν καὶ σωφροσύνην καὶ τὴν πρὸς πάντας
   τοὺς πολίτας ἐκτένειαν καὶ φιλανθρωπί-
          αν τῆς μεγίστης τυγχάνον-
          τος ἀ̣π[οδ]οχῆς. {²vac.}²
Search Help
Contact Us