[ ] Lyd., N.E. — Gölde, Area N. of: Ayazviran — 260/1 AD
1 [— — — — — — — —]ον | οὐ τὸ θαν-
[εῖν ἀλγεινόν, ἐ]π̣ὶ τόδε πᾶσιν
[πέπρωτ]ε, | ἀλλὰ πρὶν ἡλικίης
[καὶ γον]έων πρόταιρον. | κῖμαι
5 Π̣οπ̣λικία Ποπλικιανοῦ καὶ
Ἰουλιανῆς ῥόδον ἐρχόμε-
νον νέον ἄνθος, | τέσσαρις
καὶ δέκα{ι}τον {²⁶δέκατον}²⁶ ἔτο{υ}ς {²⁶ἔτος}²⁶ πληροῦ-
σα νέας ἐνθάδε κῖμε. | μὴ κλε͂-
10 ε πατήρ, μὴ κλε͂έ με μηδὲ σὺ
μήτηρ· | οὐδὲν ὤφελός ἐστιν
δάκρυα πὸς θάνατον. |  Αὐρ. Ποπλι-
[κ]ι̣ανὸς καὶ Αὐρ. Ἰουλιανὴ οἱ γονῖς Αὐρ.
Ἰουλιανὴν τὴν ἑαυτῶν θυγατέ-
15 ρα μετὰ τῶν ἰδίω<ν> μνίας χάριν ἐ-
τίμησαν. ἔτους τμεʹ, μη(νὸς) Ἀρτεμισί-
                  ου αʹ.
Search Help
Contact Us