TAM V,1 475
[ ] Lyd., N.E. — Gölde, Area N. of: Ayazviran — 232/3 AD
1 ἐνθάδ’ ἐγὼ κεῖμαι Τρόφιμος ὁ τραφεὶς
εἰς ἄστυ Γολοίδων | κἀμὲ κάλυψε γῆ
ὡς Μοῖρ’ ἐπέκλωσ’ ἐν Ιαζοις· | τὸν ἴδιον
κόσμησαν ἔθαψαν ἅπαντες, | τεί-
5 μησαν δ’ ἀρ’ ἐμὲν στήλῃ καὶ γράμ-
μασι σεμνοῖς | θρεπτὸν ἑὸν Χροίσα[ν]-
θος, ἄνδρα Ἑρμιόνη τὸν ἑαυτῆς. |
τοῦτο γέρας θνητοῖς, μνήμη δὲ
ἐώνιός ἐστιν. | ἔτους τζιʹ,
10   μηνὸς Ἀρτεμισίου.
Search Help
Contact Us