[ ]
Lyd., N.E. — Gölde, Area N. of: Ayazviran — 223/4 AD
1 | ἔτους τηʹ, μηνὸς Πανήμου ιηʹ. |
ὁ ἱερὸς δοῦμος ἐτείμησαν Αὐρ. | |
Γλύκωνα Διονυσίου τὸν ἐκ προ- | |
γόνων ἱερέων πρῶτον Ἀρτέμι- | |
5 | δος Ἀναείτις τῆς συνγενικῆς |
θεοῦ σὺν καὶ Διονυσίῳ τῷ υἱῷ αὐτοῦ | |
κ(αὶ) Χαμάσωνι τῷ ἐκγόνῳ αὐτοῦ διὰ | |
τὴν ἰς τοὺς θεοὺς θρησκείαν καὶ | |
τὰς ἰς τὸν δοῦμον πολλὰς εὐερ- | |
10 | γεσίας καὶ τετελεκότα κ(αὶ) τελοῦντα. |