[ ] Lyd., N.E. — Gölde, Area N. of: Ayvatlar — 118/9 AD
[— — —](?)
[Μέγας Μὴν Τιαμου — — —]
1 [— — —]ων καὶ ἡ δύ-
[ναμις αὐτοῦ — — —] Ἀπολλώνιος
[— — —]το․ Ἀπολλωνί-
[— — — χαλκ]οῦ (δην.) μʹ· εἶτα ἀπαι-
5 τοῦντος τοῦ Ἀπολλωνίου τὸν χαλ-
κὸν παρὰ τοῦ Σκόλλου ὤμοσε τοὺς
προγεγραμένους θεοὺς ἰς προ-
θεσμίαν ἀποδοῦναι τὸ συνα-
χθὲν κεφάλαιον· μὴ τηρήσαντος
10 αὐτοῦ τὴν πίστιν παρεχώρησεν
τῇ θεῷ ὁ Ἀπολλώνιος· κολ<α>σθέν-
τος οὖν τοῦ Σκόλλου ὑπὸ τῶν θε-
ῶν ἰς θανάτου λόγον μετὰ τὴν τ̣[ε]-
λευτὴν αὐτοῦ ἐπεζητήθη ὑπὸ τ[ῶν]
15 θεῶν· Τατιας οὖν ἡ θυγάτηρ αὐτοῦ
ἔλοισε τοὺς ὅρκους καὶ νῦν εἱλα-
σαμένη εὐλογεῖ Μητρὶ Ἀτίμιτι
καὶ Μηνὶ Τιαμου. ἔτους σγʹ, μη(νὸς)
Ξαννδικοῦ ειʹ.
Search Help
Contact Us