[ ] Lyd., N.E. — Gölde, Area N. of: Nisyra (Saraçlar) — 194/5 AD
    {²anaglypha viri et feminae}²
1 [Ἀρι]στοτελιανὸς καὶ Ἀριστοτελεία δύω
[ψ]υ̣χαὶ φιλάδελφοι | κεῖνται ὑπὸ Μοίρης ἡρ-
π̣αγμένα̣<ι> ᾗ ἐνὶ γέῃ | [τ]ειμηθέντες ὑ-
πὸ πατρίδ̣ος ὡς ἦν θέμις αὐτοῖς. |
5 ἔτους σοθʹ, μη(νὸς) Περειτίου Σεβασ(τῇ).
Στρατόνεικος καὶ Ἰουλιανὴ τὰ τέκνα,
Φάβιος Ἑρμῆς τὴν σύνβιον, Ἡλιανὸς τὴν
μητέρα καὶ τὸν μήτρως· οἱ πάτρως καὶ
ἑ πάτραι, οἱ ἀδελφιδεῖς, οἱ σύντροφοι, οἱ
10 συνγενεῖς, ἡ συνβίωσις, ἡ πατρὶς ἐ-
τείμησαν. εὐτυχεῖτε οἱ τειμήσαν-
τες καὶ συνπαθήσαντες. ἐνευχό-
μεθα τὸ μέγα Θεῖον τῇ στήλλῃ ἢ τοῖς
μνημείοις ἡμῶν μηδένα προσαμαρ-
15 τῆναι {²vac.}² εὐσεβείας χάριν.
Search Help
Contact Us