[ ]
Lyd., N.E. — Kula: Anaeitis & Men Tiamu — 114/5 AD
{²luna}² | |
1 | Μεγάλη Μήτηρ Ἀναεῖτις Ἄζι- |
τα κατέχουσα καὶ Μεὶς Τιαμου | |
καὶ αἱ δυνάμεις αὐτῶν. Ἑρμογέ- | |
νης καὶ Ἀπολλώνιος ὁ Ἀπολλω- | |
5 | νίου Μίδου ἀπὸ Σύρου Μανδρῶν |
πλαζομένων χοίρων τρειῶν Δη- | |
μαινέτου καὶ Παπιου ἐξ Ἀζί- | |
των καὶ προσμιγόντων αὐτῶν | |
προβάτοις τοῦ Ἑρμογένου καὶ Ἀ- | |
10 | πολλωνίου, παιδίου αὐτῶν βόσ- |
κοντος πενταετοῦς, καὶ ἀπαγα- | |
γόντων ἔσω, ζητοῦντος οὖν τοῦ | |
Δημαινέτου καὶ τοῦ Παπιου οὐ- | |
κ ὡμολόγησαν διά τινα ἀχαριστί- | |
15 | αν. ἐπεστάθη οὖν τῆς θεοῦ τὸ σκῆ- |
πτρον καὶ τοῦ κυρίου τοῦ Τιαμου | |
καὶ μὴ ὁμολογησάντων αυτῶν ἡ | |
θεὸς οὖν ἔδειξεν τὰς ἰδίας δυ- | |
νάμις καὶ ἱλάσοντο αὐτὴν τελευ- | |
20 | τήσαντος τοῦ Ἑρμογένου ἡ γυνὴ |
αὐτοῦ καὶ τὸ τέκνον καὶ Ἀπολλώνι- | |
ος ὁ ἀδελφὸς τοῦ Ἑρμογένου καὶ | |
νῦν αὐτῇ μαρτυροῦμεν καὶ εὐλο- | |
γοῦμεν μετὰ τῶν τέκνων. | |
25 | ἔτους ρϟθʹ. |