[ ] Lyd., N.E. — Kula
— — —
1 ἐξ ἑκατέρας τῶν θυσιῶν διαπένπεσθαι πρὸς Λυκῖ[νον — — —]-
ΟΛΕΟΝ τε στέφανον καὶ σκέλος ἕως τ̣οῦ ζ̣ῆν αὐτό<ν>· ὅταν δ’ ἀπ[ο]-
θεωθῆι Λυκῖνος, ὑ<π>άρχε[ιν] τοῖς ἐκγόνοις αὐτοῦ τό τε γέρας ὁμοίως,
ὅταν <γε> ἐπιδημῶσ[ι], καὶ τῶν λοιπῶν τὴν ἰσομοιρίαν· πέμπεσθαι
5 δὲ καὶ ξένιον α̣[ὐτ]ῶι τε καὶ τοῖς ἐκγόνοις αὐτοῦ καθ’ ἑκάστην
ἐπιδημίαν ἱερεῖον καὶ τὰς λοιπὰς χορηγεῖσθαι δαπάνας α[ὐ]τ[οῖς]
<τ>ε καὶ το<ῖς> ἀκολο<υ>θοῦσιν ὑποζ<υγ>ίοις καὶ σώμασιν· ἵνα δὲ
πάντα τὰ δοχθέντα δια<φυ>λάσ<ση>ται καὶ μηδὲν ἀγνοούμενον [ἦι],
κατασκευάσαντας στ<ή>λας μαρμαρίνας τε[τ]ραπ<ή>χεις δύο [ἐ]π-
10 αναγράψαι τὸ ψήφισμα καὶ στῆσαι μίαν̣ [μὲν] ἐν [— — —],
τὴν δ’ ἑτέραν ἐν ΠΕΒΑΣ̣ΕΤ․ τῶν δεδηλω[μέν]ων ἱερῶν, [ποιεῖσ]-
θα[ι] δὲ τὴν ἐπιμέλειαν τῶν πρ̣ο<γ>εγραμμέν[ων] π̣άντων τ[ὸν κα]-
τ’ ἐνιαυτὸν ἀποδεικνύμενον βραβευτήν, [τοῦ]τον δὲ κατ[— — — —]
τα [τ]ὰς ἐψηφισμένας Λυ<κί>νῳ τε καὶ τοῖς ἐκγόνοις [τιμὰς]
15 — — —
Search Help
Contact Us