[ ]
Lyd., N.E. — Kula
— — — | |
1 | ἐξ ἑκατέρας τῶν θυσιῶν διαπένπεσθαι πρὸς Λυκῖ[νον — — —]- |
ΟΛΕΟΝ τε στέφανον καὶ σκέλος ἕως τ̣οῦ ζ̣ῆν αὐτό<ν>· ὅταν δ’ ἀπ[ο]- | |
θεωθῆι Λυκῖνος, ὑ<π>άρχε[ιν] τοῖς ἐκγόνοις αὐτοῦ τό τε γέρας ὁμοίως, | |
ὅταν <γε> ἐπιδημῶσ[ι], καὶ τῶν λοιπῶν τὴν ἰσομοιρίαν· πέμπεσθαι | |
5 | δὲ καὶ ξένιον α̣[ὐτ]ῶι τε καὶ τοῖς ἐκγόνοις αὐτοῦ καθ’ ἑκάστην |
ἐπιδημίαν ἱερεῖον καὶ τὰς λοιπὰς χορηγεῖσθαι δαπάνας α[ὐ]τ[οῖς] | |
<τ>ε καὶ το<ῖς> ἀκολο<υ>θοῦσιν ὑποζ<υγ>ίοις καὶ σώμασιν· ἵνα δὲ | |
πάντα τὰ δοχθέντα δια<φυ>λάσ<ση>ται καὶ μηδὲν ἀγνοούμενον [ἦι], | |
κατασκευάσαντας στ<ή>λας μαρμαρίνας τε[τ]ραπ<ή>χεις δύο [ἐ]π- | |
10 | αναγράψαι τὸ ψήφισμα καὶ στῆσαι μίαν̣ [μὲν] ἐν [— — —], |
τὴν δ’ ἑτέραν ἐν ΠΕΒΑΣ̣ΕΤ․ τῶν δεδηλω[μέν]ων ἱερῶν, [ποιεῖσ]- | |
θα[ι] δὲ τὴν ἐπιμέλειαν τῶν πρ̣ο<γ>εγραμμέν[ων] π̣άντων τ[ὸν κα]- | |
τ’ ἐνιαυτὸν ἀποδεικνύμενον βραβευτήν, [τοῦ]τον δὲ κατ[— — — —] | |
τα [τ]ὰς ἐψηφισμένας Λυ<κί>νῳ τε καὶ τοῖς ἐκγόνοις [τιμὰς] | |
15 | — — — |