[ ] Lyd., N.E. — Tabala (Burgaz) — Kalın Harman — 261/2 AD
1 ἔτους τμϛʹ, μη(νὸς) Δαισίου δεκάτῃ
ἑσταμένῃ. ἐτείμησαν τὸν
πατέρα Στρατονεικιανὸν
μνείας χάριν οἱ ὑοὶ αὐτοῦ Γλύ-
5 κων καὶ Στρατονεικιανὸς καὶ
ἡ σύνβιος αὐτοῦ Μηνοφίλα
μνείας χάριν. εἴ τις θελήσει
σκυβαλλίσαι τὸ μνῆμα τοῦτο, ἕ-
ξει τὸν Ἀπόλλωνα κεχολωμέ-
10 νον καὶ τὴν κυρίαν Ἀναεῖτιν διὰ
τέκνα τέκνων, ἔγονα {²⁶ἔκγονα}²⁶ ἐγόνων {²⁶ἐκγόνων}²⁶.
Search Help
Contact Us