[ ]
Lyd., N.E. — Saittai (Sidaskale), Area SE of — Katoikia ... (Encekler): betw. Kalburcu and Köleköy — 93/4 AD
| 1 | ἔτους ροηʹ, μη(νὸς) Δείου δʹ. |
| Ἀμμιὰς ἡ γυνὴ καὶ οἱ υἱοὶ | |
| Ἀπολλώνιος καὶ Δημόφι- | |
| λος ἐτείμησαν Πατερῆ | |
| 5 | καὶ Τρύφαινα ἡ θρεπτή. |
| ἵνα μή τις προσαμάρτῃ τῇ | |
| στήλῃ ἢ τῷ μνημείῳ, σκῆ- | |
| πτρα ἐπέστησαν τοῦ Ἀξ[ι]- | |
| οττηνοῦ καὶ Ἀναείτιδος. |