[ ] Lyd., N.E. — Saittai (Sidaskale), Area SE of — Katoikia ... (Encekler) — 98/9 AD
1 ἔτους ρπγʹ, μη(νὸς) Δαισίου προ-
τέρᾳ. Νεικομήδης Καλλιμά-
χου καὶ Τατιὰς ἡ γυνὴ αὐτοῦ
ἐτείμησαν Τρόφιμον τὸν θρε-
5 πτὸν αὐτῶν καὶ Ὀνησίμη ἡ γυνὴ
ἐτείμησε τὸν ἄνδρα· Τατιὰς ἡ
θυγάτηρ ἐτείμησε· Τυχικὸς τὸν
θρέψαντα ἐτείμησε· Ὀνήσιμος
καὶ Τελέσφορος καὶ Εὐάρεστος
10 τὸν ἀδελφὸν ἐτείμησαν· Τρό-
φιμος τοῖς παρερχομένοις· κα-
τεύχεσθαι τοὺς θεοὺς εὐειλά-
τους. εἰ δέ τις προσαμάρτῃ
ταῖς στήλλαις {²⁶στήλαις}²⁶, ἔσται τῶν δώ-
15 δεκα σκήπτρων ἠκουκώς.
Search Help
Contact Us