[ ]
Lyd., N.E. — Silandos (Karaselendi) — 2nd c. AD
1 | [–⏑⏑– θ]υγάτηρ, Ὄρτου γένος οὖσ[α ⏑–⏒] |
[εἰκοσέτης ἔθ]ανον καί με δάκρυσε πα[τρίς]· | |
[οἱ μέλεοι δὲ τοκῆε]ς ἐμὴν κλαίοντες ἄωρον | |
[μοῖραν τέγγο]υσιν λάρνακά μου δάκρυσιν· | |
5 | [οἳ κτεάνων ἄπ]ο μοῖραν ἐμῷ τάφῳ ἐνδαπάνησαν |
[–⏔–—]α ποδῶν πυραμίδ’ ἀράμενοι. | |
[ἐν δὲ τύποις λι]θίνοισι πάτρην ἐπιδέρκομαι ὄσσοις, | |
[ὀλλυμένη] ζώσης οὐδὲν ἀμαυροτέρη. | |
[θρήνων λήξατ]έ μοι, γονέες, δακρύων δὲ λάθεσθε, | |
10 | [μνῆμ’ ὅθ’ εἱδ]ρύσαντες νῦν μ’ ἔχετ’ ἀθάνατον, |
[ἀθάνατον τεύξ]αντες ἐμοὶ κλέος· οὐδέ με νεκρήν | |
[θέντες ἐν] εὐώνοις λήθετον, ὡς ἔνιοι. | |
[ἀλλά σε γου]νοῦμαι, κάσι φίλτατε, μὴ γονέεσσι | |
[πλοῦτο]ν ὀνειδίσσῃς ὡς ἄδικον φθιμένῃ, | |
15 | [–⏔—]ν εἱμείρων βιότου πλέον· ἀντὶ γὰρ ἄστρων |
[καὶ γλυ]κεροῖο φάους κλῆρον ἔχω λίθακας. | |
[ἧς θυγατρ]ὸς τόδε σῆμα πρὸς ἠέρα πυραμίδωσεν | |
[ζῶσα] πατρὸς φιλίη καὶ μέχρις Ἀίδεω· | |
[ὅς τε ἔτε]κεν, φθιμένῃ μοι ἐμὴν κτεάνων ἀπέδωκε | |
20 | [μοῖραν, ἀ]ποιχομένης δ’ οὐδὲν ἐνοσφίσατο. |
[βλέψας δὴ] φιλότεκνον ἐνὶ σστήλλῃ {²⁶στήλλῃ}²⁶ τόδε γράμμα | |
[πᾶς τις πα]ισὶν ἄπαις τὰν χάριν ἀντιδίδοι. |