[ ] Lyd., N.E. — Silandos (Karaselendi) — 2nd c. AD
1 [–⏑⏑– θ]υγάτηρ, Ὄρτου γένος οὖσ[α ⏑–⏒]
[εἰκοσέτης ἔθ]ανον καί με δάκρυσε πα[τρίς
[οἱ μέλεοι δὲ τοκῆε]ς ἐμὴν κλαίοντες ἄωρον
[μοῖραν τέγγο]υσιν λάρνακά μου δάκρυσιν·
5 [οἳ κτεάνων ἄπ]ο μοῖραν ἐμῷ τάφῳ ἐνδαπάνησαν
[–⏔–—]α ποδῶν πυραμίδ’ ἀράμενοι.
[ἐν δὲ τύποις λι]θίνοισι πάτρην ἐπιδέρκομαι ὄσσοις,
[ὀλλυμένη] ζώσης οὐδὲν ἀμαυροτέρη.
[θρήνων λήξατ]έ μοι, γονέες, δακρύων δὲ λάθεσθε,
10 [μνῆμ’ ὅθ’ εἱδ]ρύσαντες νῦν μ’ ἔχετ’ ἀθάνατον,
[ἀθάνατον τεύξ]αντες ἐμοὶ κλέος· οὐδέ με νεκρήν
[θέντες ἐν] εὐώνοις λήθετον, ὡς ἔνιοι.
[ἀλλά σε γου]νοῦμαι, κάσι φίλτατε, μὴ γονέεσσι
[πλοῦτο]ν ὀνειδίσσῃς ὡς ἄδικον φθιμένῃ,
15 [–⏔—]ν εἱμείρων βιότου πλέον· ἀντὶ γὰρ ἄστρων
[καὶ γλυ]κεροῖο φάους κλῆρον ἔχω λίθακας.
[ἧς θυγατρ]ὸς τόδε σῆμα πρὸς ἠέρα πυραμίδωσεν
[ζῶσα] πατρὸς φιλίη καὶ μέχρις Ἀίδεω·
[ὅς τε ἔτε]κεν, φθιμένῃ μοι ἐμὴν κτεάνων ἀπέδωκε
20 [μοῖραν, ἀ]ποιχομένης δ’ οὐδὲν ἐνοσφίσατο.
[βλέψας δὴ] φιλότεκνον ἐνὶ σστήλλῃ {²⁶στήλλῃ}²⁶ τόδε γράμμα
[πᾶς τις πα]ισὶν ἄπαις τὰν χάριν ἀντιδίδοι.
Search Help
Contact Us