TAM V,1 13
[ ] Lyd., N.E. — Lyendos (Aktaş) — 94/5 AD
1 ἔτους ρκεʹ, μη(νὸς) Δαισίου εʹ. ❦
Ἀμέριμνος ἐτείμησεν
Οἰνάνθην τὴν ἑαυτοῦ σύν-
βιον συνβιώσασαν ἁγνῶς
5 καὶ γνησίως ἀρετῆς εἵνεκεν
ἐν ἅπαντι τῷ βίῳ. Διαδούμε-
νος ὁ υἱὸς αὐτῆς σὺν τοῖς
ἀδελφοῖς ἐτείμησεν χρυ-
σῷ στεφάνῳ. Θεογενὶς ἡ
10 ἀδελφὴ καὶ Μήνοιτος ἐ-
τείμησαν χρυσῷ στεφάνῳ
καὶ οἱ συνγενεῖς καὶ φίλοι πάν-
τες ἐτείμησαν χρυσοῖς
στεφάνοις. ❦
15 Τέρτιος Ἐζηανείτης ἐποίει.
Search Help
Contact Us