[ ] Lyd. — Sardis (Sart) — mid-2nd c. BC
See also:
1 ὁ δῆμος Μηνοφίλαν Ἑρμαγένου.
1a             {²wreath}²
            {²niche}²
2 κομψὰν̣ καὶ χαρίεσσα πέτρος δείκνυσι· τίς ἐντι
  μουσῶν̣ μανύει γράμματα, Μηνοφίλαν.
τεῦ δ’ ἕν̣εκ’ ἐν στάλᾳ γλυπτὸν κρίνον ἠδὲ καὶ ἄλφα
5   βύβλος̣ καὶ τάλαρος τοῖς δ’ ἔ<π>ι καὶ στέφανος; ——
ἡ σοφίᾳ μὲν βίβλος, ὁ δ’ αὖ περὶ κρατὶ φορηθεὶς
  ἀρχὰν̣ μανύει, μουνογόναν δὲ τὸ ἕν,
εὐτά̣κτου δ’ ἀρετᾶς τάλαρος μάνυμα, τὸ δ’ ἄνθος
  τὰν ἀ̣κμὰν δαίμων ἅ̣ντιν, ἐληΐσατο. ——
10 κού[φ]α τοι κόνις εἰμί· πολλοὶ τοιῇδε θανούσῃ,
  ᾇ γά[μ]οι οὐδὲ γονεῖς, τοῖς ἔλιπες δάκρυα.
Search Help
Contact Us