[ ]
Lyd. — Sardis (Sart) — end 4th-beg. 3rd c. BC
1 | μνησθεῖσ’ ὧν εἰς̣ [πίστι]ν̣ ἐμόχθησ’ αἰ[ὲν ὁμεύνου] |
Ἐλπὶς ἐγὼ τῶν νῦν ἀνταπέχω χάριτας· | |
οὐδ’ ἐς ἄκαρπον ἐγὼ δισσὰς ὠδῖνας ἀνέτλην | |
ἱμερτῶν τέκνων, ὧν με ἀπέκλεισε Τύχη | |
5 | λήθης ἐκπετάσασα κατὰ βλεφάρων πέπλον ἤδη |
ὅς με κατασκιάσας εἰν Ἀΐδηι κατέχει | |
οἰκτρὰ μαραινομένην· ἀλλ’, ὦ ξένε, τόμ μ’ ὑπὸ τύμβωι | |
θέντα πόσιν μύθοις εὐλογέων παρίοις, | |
πιστὸν Ἀλεξάνδρου Ἀπολλώνιον, ὅς με δὶς [ὅσσον] | |
10 | στέρξας μνημείοις τοῖσδε κατηγλάϊ[σεν]. |