[ ] Lyd. — Sardis (Sart) — end 4th-beg. 3rd c. BC
1 μνησθεῖσ’ ὧν εἰς̣ [πίστι]ν̣ ἐμόχθησ’ αἰ[ὲν ὁμεύνου]
  Ἐλπὶς ἐγὼ τῶν νῦν ἀνταπέχω χάριτας·
οὐδ’ ἐς ἄκαρπον ἐγὼ δισσὰς ὠδῖνας ἀνέτλην
  ἱμερτῶν τέκνων, ὧν με ἀπέκλεισε Τύχη
5 λήθης ἐκπετάσασα κατὰ βλεφάρων πέπλον ἤδη
  ὅς με κατασκιάσας εἰν Ἀΐδηι κατέχει
οἰκτρὰ μαραινομένην· ἀλλ’, ὦ ξένε, τόμ μ’ ὑπὸ τύμβωι
  θέντα πόσιν μύθοις εὐλογέων παρίοις,
πιστὸν Ἀλεξάνδρου Ἀπολλώνιον, ὅς με δὶς [ὅσσον]
10   στέρξας μνημείοις τοῖσδε κατηγλάϊ[σεν].
Search Help
Contact Us