[ ] Lyd. — Sardis (Sart) — ca. 125-150 AD
1 [ἡ — — — φυλὴ ἐτείμησεν {²τὸν δεῖνα}²]
χειλίαρχ[ο]ν λεγιῶνος Κυρ[ην]αϊκῆς τρίτης
καὶ κατ’ ἐνιαυτὸν ἄχρι τοῦ περίεστ̣ιν ἑκάστῳ πολείτῃ
δηνάριον ἐπηνγελμένον καὶ δεδωκότα,
5 καὶ δίδοντα καὶ παρεσχημένον ὁμοίω[ς] ἑκάστῳ
πολείτῃ ὑπὲρ μὲν θεωρίων δηνάριον ἓν
ὑπὲρ δὲ σείτου δηνάρια δύο, καὶ τὸ μέγισ-
τον τούτων τοῖς ἤθεσιν τὰς φιλοτειμίας
κοσμοῦντα διὰ βίου·
πιμεληθέντων Θεοφίλου τοῦ
10 Ἀλεξάνδρου τορευτοῦ, φυλαρχοῦντος
Κλάρου τοῦ Παπίου. ❦
Search Help
Contact Us