[ ]
Lyd. — Sardis (Sart) — ca. 125-150 AD
1 | [ἡ — — — φυλὴ ἐτείμησεν {²τὸν δεῖνα}²] |
χειλίαρχ[ο]ν λεγιῶνος Κυρ[ην]αϊκῆς τρίτης | |
καὶ κατ’ ἐνιαυτὸν ἄχρι τοῦ περίεστ̣ιν ἑκάστῳ πολείτῃ | |
δηνάριον ἐπηνγελμένον καὶ δεδωκότα, | |
5 | καὶ δίδοντα καὶ παρεσχημένον ὁμοίω[ς] ἑκάστῳ |
πολείτῃ ὑπὲρ μὲν θεωρίων δηνάριον ἓν | |
ὑπὲρ δὲ σείτου δηνάρια δύο, καὶ τὸ μέγισ- | |
τον τούτων τοῖς ἤθεσιν τὰς φιλοτειμίας | |
κοσμοῦντα διὰ βίου· | |
10 | ἐπιμεληθέντων Θεοφίλου τοῦ |
Ἀλεξάνδρου τορευτοῦ, φυλαρχοῦντος | |
Κλάρου τοῦ Παπίου. ❦ |