[ ] Lyd. — Sardis (Sart) — ca. 125-150 AD
         [ὁ δῆμος]
[τῶν πρώτων δὶς(?) νεωκόρων]
[Περγαμηνῶν ἐτείμησεν]
1 Ἀπ[ολλωνίαν Αἰλίου(?) Ἀπολ]-
λωνίου [θυγατέρα Θ]εοφανοῦ[ν],
τὴν ἱέρεαν τῆς Σαρδιανῆς
Ἀρτέμιδος <καὶ τῆς> Ν<εικη>φό-
5 ρου Ἀθηνᾶς, εὐσεβῶς μὲν
καὶ ὁσίως προσφ<ε>ρομένην
πρὸς τὸ θεῖον, μεγαλ<ο>πρε-
πῶς δὲ καὶ πλουσίως ἐπι-
τελοῦσαν τοῖς θεοῖς [τὰς]
10 θυσίας κατὰ τὸ κάλλιστον,
καὶ διαφέρουσαν τῇ ἐξ ἑαυ-
τῆ<ς> κοσμιότητι καὶ εὐσταθεία σ<ὺ>ν
καὶ κατὰ πάντα σωφροσύνη,
ἀρετῆς ἕνεκεν καὶ εὐνοίας
15 τῆς εἰς αὑτόν.
Search Help
Contact Us