[ ] Lyd. — Sardis (Sart) — 126-127 AD
1 ἡ βουλὴ κα[ὶ ὁ δῆμ]ος ἐτείμησεν
Κλ. Πῶλλαν Κυίν[τι]λλαν, καυειν, ἱε-
ρατεύσασαν τῆς θεοῦ κοσμίως
καὶ παρασχομένην πάντα ἱεροπρε-
5 πῶς καὶ πολυτελῶς, καὶ ἀναστρα-
φεῖσαν πρός τε τὴν θεὸν εὐσεβῶς
καὶ πρὸς τὴν κατοικίαν φιλοτεί-
μως, καὶ τὰς ὑπὸ τῆς πόλεως ἐπιτε-
λουμένας κατὰ μῆνα δημοτελεῖς
10 θυσίας ἐπιτελέσασαν ἐκ τῶν ἰδίων
ἐκτενῶς, Στερτινίῳ Κουάρτῳ ἀν-
θυπάτῳ.
Search Help
Contact Us