[ ]
Lyd. — Sardis (Sart) — ca. 150 AD — IGRR 4.1523
1 | Λεύκιον Ἰούλ. ❦ <Λι>β<ω>ν<ι>α<ν>ὸν {⁴Βοννατον}⁴ |
ἄνδρα ἐκ προγόνων μέγαν καὶ φιλόπατριν, | |
ἀρχιερέα τῆς Ἀσίας ναῶν τῶν ἐν Λυδία Σαρδιανῶν | |
καὶ ἱερέα μεγίστου Πολιέος Διὸς δίς, ἀρχιερέα | |
5 | τῶν τρῖς <κ(ὲ) ιʹ> πόλεων καὶ στεφανηφόρον καὶ ἱερέα |
Τιβερίου Καίσαρος καὶ στρατηγὸν πρῶτον δὶς | |
καὶ ἀγωνοθέτην διὰ <β>ίου· ἐνδείας δὲ γενομένης | |
κατὰ τὸν δῆμον μεγαλοψυχία χρησάμενος | |
ἐκ τῶν ἰδίων εἰς ἐπικουφισμὸν ἑκάστῳ πολίτῃ | |
10 | ἐχαρίσατο μόδιον· καὶ πάσας τὰς ἀρχὰς φιλοτίμως |
τετελεκότα τῇ πατρίδι. |