[ ] Lyd. — Sardis (Sart) — ca. 150 AD — IGRR 4.1523
1        Λεύκιον Ἰούλ. ❦ <Λι>β<ω>ν<ι>α<ν>ὸν {⁴Βοννατον}⁴
ἄνδρα ἐκ προγόνων μέγαν καὶ φιλόπατριν,
ἀρχιερέα τῆς Ἀσίας ναῶν τῶν ἐν Λυδία Σαρδιανῶν
καὶ ἱερέα μεγίστου Πολιέος Διὸς δίς, ἀρχιερέα
5 τῶν τρῖς <κ(ὲ) ιʹ> πόλεων καὶ στεφανηφόρον καὶ ἱερέα
Τιβερίου Καίσαρος καὶ στρατηγὸν πρῶτον δὶς
καὶ ἀγωνοθέτην διὰ <β>ίου· ἐνδείας δὲ γενομένης
κατὰ τὸν δῆμον μεγαλοψυχία χρησάμενος
ἐκ τῶν ἰδίων εἰς ἐπικουφισμὸν ἑκάστῳ πολίτῃ
10 ἐχαρίσατο μόδιον· καὶ πάσας τὰς ἀρχὰς φιλοτίμως
τετελεκότα τῇ πατρίδι.
Search Help
Contact Us