[ ]
Lyd. — Sardis (Sart) — ca. 150 AD — IGRR 4.1523
| 1 | Λεύκιον Ἰούλ. ❦ <Λι>β<ω>ν<ι>α<ν>ὸν {⁴Βοννατον}⁴ |
| ἄνδρα ἐκ προγόνων μέγαν καὶ φιλόπατριν, | |
| ἀρχιερέα τῆς Ἀσίας ναῶν τῶν ἐν Λυδία Σαρδιανῶν | |
| καὶ ἱερέα μεγίστου Πολιέος Διὸς δίς, ἀρχιερέα | |
| 5 | τῶν τρῖς <κ(ὲ) ιʹ> πόλεων καὶ στεφανηφόρον καὶ ἱερέα |
| Τιβερίου Καίσαρος καὶ στρατηγὸν πρῶτον δὶς | |
| καὶ ἀγωνοθέτην διὰ <β>ίου· ἐνδείας δὲ γενομένης | |
| κατὰ τὸν δῆμον μεγαλοψυχία χρησάμενος | |
| ἐκ τῶν ἰδίων εἰς ἐπικουφισμὸν ἑκάστῳ πολίτῃ | |
| 10 | ἐχαρίσατο μόδιον· καὶ πάσας τὰς ἀρχὰς φιλοτίμως |
| τετελεκότα τῇ πατρίδι. |