1 | [ἐξ]ομοσία τ[ῶν τε] οἰκοδόμων κ[αὶ τεχνιτῶν τῶν τ]ῆ[ς] |
λαμ(προτάτης) Ϲαρδ(ιανῶν) μητρο[πόλεως]. | |
ὑπατίας Φλ(αβίου) Πατρικίου τοῦ λαμ(προτάτου) καὶ τοῦ δηλοθη- | |
σομένου, πρὸ πέντε καλανδῶ(ν) Μαΐων ἐν τῇ λαμ(προτάτῃ) | |
5 | καὶ δὶς νεοκόρῳ {ν} Ϲαρδ(ιανῶν) μητροπ(όλει) ἰνδ(ικτιῶνος) ιβʹ εὐτυχεστά- |
της καὶ μηνὸς Δεσίο[υ] τετάρτῃ, ὁμολογοῦμεν | |
Αὐριλιανῷ τῷ θαυμασιωτάτῳ καὶ καθοσιωμ(ένῳ) | |
μαγιστριανῷ καὶ ἐκδ(ίκῳ) τῆς αὐτῆς περιφανοῦς | |
μητροπ(όλεως) τὰ ὑποτεταγμένα· κατηγορίας διαφόρους | |
10 | δεξαμένη ἡ σῇ θαυμασιότης κατὰ διαφόρων τινῶ[ν] |
[τὴ]ν ἡμετέρ[α]ν μετιόντων τέχνην ὡς ἐνχειριζο- | |
[μέ]νων ἔργα οἰκοδομικὰ καὶ ἀτελῆ ταῦτα καταλιμπα- | |
[νόντ]ων καὶ ἐμποδιζόντων τοῖς ἐργοδότες, ἀναστῖλε | |
[τὴν τοι]αύτην κατὰ τῶ[ν] ἐργοδοτῶν γιγνομένην | |
15 | [ἀδικίαν] περὶ πολλοῦ πο[ι]ουμένη {ν} ἐπεζήτησεν |
[πρὸς ἡμ]ᾶς τὴ[ν] ὁμολογίαν τε καὶ ἐξομοσίαν | |
[τὴν ἐπὶ τῷ ἑξῆ]ς· ὁ[μ]ολογοῦ[μεν] καὶ ἐξομ[ν]ύμεθα τὴν | |
[ἁγίαν καὶ ζω]οπ[ο]ιὸν Τ[ριάδα] καὶ τὴν σωτηρίαν καὶ | |
[νίκην τοῦ δεσπό]του τ[ῆς οἰκου]μένης Φλ(αβίου) Λέοντος | |
20 | [τοῦ αἰωνίου Αὐγού]στου Αὐτοκράτο[ρ]ος πάντα τὰ ἔργα |
[ὅσων ἡμῖν ἔκδοσις γ]ίνετ[ε] παρὰ οἱουδήποτε τῶν | |
[ἐργοδοτῶν ἀναπλη]ρο[ῦ]ν, ἑτοίμου ὄντος τοῦ ἐργοδότου | |
[ἡμῖν διδόναι τοὺς] συ[ν]αρέσαντας [μ]ισθούς· εἰ δὲ οἱα- | |
[δήποτε παραίτησις] πα[ρα]γένητε τ[ῷ ἐ]ργολαβήσαντι | |
25 | [ἐπὶ προφάσει αὐτοῦ ε]ἴτ[ε] ἰδιωτεικ[ῇ] εἴτε δημοσία, |
[ὑπὲρ αὐτοῦ ἐξ ἡμῶν ὑπεισιέν]αι ἕτερον τεχνίτην τό | |
[τε κτιζόμενον ἔργον παντ]ε[λ]ῶς ἀν[απ]ληροῦν, δηλονότι | |
[ἡμῶν ὄντος τοῦ τοῦτο πα]ρα[ιτ]ουμέν[ου], ἤτοι τοῦ ἐναρξ- | |
[αμένου τούτου τεχ]νίτου ἤ[τ]οι τοῦ ἀ[ν]τ’ αὐτοῦ ὑπεισιόντο[ς], | |
30 | [μηδὲ ἐπισχούσης τὸ ἔ]ργον μηδεμίας ἡμ[ῶ]ν προφάσεω[ς]· |
[εἰ δὲ ὁ ἐργολαβήσας] ἅπαξ οἱῳδήποτε τ[ρό]πῳ τὸν ἐρ[γο]- | |
[δότην κωλύῃ κ]τι[ζ]ομένου καθὼς ἔφημ[εν τοῦ] ἔργου, ἡμ- | |
[ῶν ὄντος εἴτε τοῦ ἐ]ξ ἀρχῆς ἀρξαμένου εἴτ[ε τοῦ ὑπὲ]ρ οἱου- | |
[δήποτε τεχν]ίτου ὑπεισιόντος, το[ι]αύτ[ης κωλύσεως] | |
35 | [διδόναι ἡμᾶ]ς μισθοὺς κατὰ τὸ γενόμ[ε]νο[ν μετα]ξὺ |
[αὐτοῦ τε τοῦ] ἐργοδότου καὶ αὐτοῦ τοῦ τεχνίτου σύμφω- | |
[νον· τοῦ δὲ ἐργο]δότου ἀνεξικακοῦντος, ε[ἴ] π[οτ’] ἐ[φ’ ἑ]πτὰ ἡμέραι[ς] | |
[κωλύθῃ τοῦ ἔρ]γου, τῷ τεχνίτῃ {ν} τῷ ἐργολαβήσαντει τὸ | |
[ἔργον ὑπῖναι· εἰ] δὲ συμβῇ καὶ ἀρρωστία περιπεσ[ῖ]ν τὸν τε- | |
40 | [χνίτην], εἴκ[οσι] ἡμέρας περιμένιν τὸν ἐργοδότ[ην], με<τ>ὰ δὲ |
[τὴν ἀν]εξι[κ]ακίαν τῶν εἴκοσι ἡμερῶν, εἰ μὲν ὑ[γι]άνῃ | |
[ἀμελῇ δὲ] το[ῦ] ἐργάζεσθαι ἐπὶ τὸ τ[η]ν[ι]καῦτα, ὑπεισιέναι ἕτερον | |
[ὡς τοῦ παραιτησ]αμένου ποιούμ[εθα] τὸν λόγον· καὶ παραιτουμένου | |
[τοῦ ἐργολαβήσαντος, εἰ μ]ηδὲν κατὰ τὰ προγεγραμμένα εὑρεθίη | |
45 | [μήτε πράττων μήτε ἐργαζ]όμενός τις ἐξ ἡμῶν, συν[τ]ιθέμεθα |
[κα]ὶ ὁμολογοῦμ[εν ἐκτί]σ̣ιν λόγῳ προστίμου εἰς ἔργα τῆς πόλ[ε]ως, | |
κ[αὶ] παραυτ[ίκα εἰσπ]ραξόμενον χρυσᾶ νομίσματα ὀκτὼ | |
[τὸν ἔκδικον ἐγκαλέσι]ν̣ τῷ τῆς [ἀδ]ικίας ἐγκλήματι κατὰ τὰς | |
[θείας διατά]ξεις οὐδὲν ἧττον καὶ μετὰ τὴν τοῦ προστίμο[υ] | |
50 | [εἴσπραξιν· βεβαί]ας καὶ ἀρραγοῦς καὶ ἀσαλεύτου μενού- |
[σης τῆς παρούσης ὁ]μολογίας εἰς τὸ διηνεκές, καὶ ἀναπο- | |
[τρέπτως τελουμένης] πάντοθεν ἀκόλουθον πᾶσιν τοῖς προ- | |
[διορισθεῖσιν] κ[αὶ] ὁ[μ]ολογηθεῖσιν παρ’ [ἡ]μῶν· καὶ ὑπεθέμεθα | |
[εἰς τὴν ἔκτισι]ν τοῦ π[ρ]οστίμο[υ], ἐνεχύρου λόγῳ τῷ γενικῷ | |
55 | [καὶ ἰδικῷ], πάντα [ἡμῶ]ν̣ τὰ ὑπάρχοντα καὶ [ὑ]πάρξοντα |
[ἐ]ν παν[τὶ] εἴδ[ε]ι καὶ [γέ]νι· καὶ πρὸς τὰ προγεγ[ρα]μμένα | |
πάντα ἐπερωτηθέντες παρὰ τῆς σῆς θαυμασιότητος ὁμ- | |
ολο[γ]ήσαμεν τῇδε τῇ ὁ]μολογίᾳ καὶ ἐξομοσίᾳ, ἡμέρᾳ | |
[καὶ ὑπ]ατ[ί]ᾳ τ[ῇ] προγεγραμμένῃ. |
Sardis 7,1
18