[ ] Lyd. — Sardis (Sart) — 459 AD
See also:
1 [ἐξ]ομοσία τ[ῶν τε] οἰκοδόμων κ[αὶ τεχνιτῶν τῶν τ][ς]
λαμ(προτάτης) Ϲαρδ(ιανῶν) μητρο[πόλεως].
πατίας Φλ(αβίου) Πατρικίου τοῦ λαμ(προτάτου) καὶ τοῦ δηλοθη-
σομένου, πρὸ πέντε καλανδῶ(ν) Μαΐων ἐν τῇ λαμ(προτάτῃ)
5 καὶ δὶς νεοκόρῳ {ν} Ϲαρδ(ιανῶν) μητροπ(όλει) ἰνδ(ικτιῶνος) ιβʹ εὐτυχεστά-
της καὶ μηνὸς Δεσίο[υ] τετάρτῃ, ὁμολογοῦμεν
Αὐριλιανῷ τῷ θαυμασιωτάτῳ καὶ καθοσιωμ(ένῳ)
μαγιστριανῷ καὶ ἐκδ(ίκῳ) τῆς αὐτῆς περιφανοῦς
μητροπ(όλεως) τὰ ὑποτεταγμένα· κατηγορίας διαφόρους
10 δεξαμένη ἡ σῇ θαυμασιότης κατὰ διαφόρων τινῶ[ν]
[τὴ]ν ἡμετέρ[α]ν μετιόντων τέχνην ὡς ἐνχειριζο-
[μέ]νων ἔργα οἰκοδομικὰ κα ἀτελῆ ταῦτα καταλιμπα-
[νόντ]ων καὶ ἐμποδιζόντων τοῖς ἐργοδότες, ἀναστῖλε
[τὴν τοι]αύτην κατὰ τῶ[ν] ἐργοδοτῶν γιγνομένην
15 [ἀδικίαν] περὶ πολλοῦ πο[ι]ουμένη {ν} ἐπεζήτησεν
[πρὸς ἡμ]ᾶς τὴ[ν] ὁμολογίαν τε καὶ ἐξομοσίαν
[τὴν ἐπὶ τῷ ἑξῆ]ς· ὁ[μ]ολογοῦ[μεν] καὶ ἐξομ[ν]ύμεθα τὴν
[ἁγίαν καὶ ζω]οπ[ο]ιὸν Τ[ριάδα] καὶ τὴν σωτηρίαν κα
[νίκην τοῦ δεσπό]του τ[ῆς οἰκου]μένης Φλ(αβίου) Λέοντος
20 [τοῦ αἰωνίου Αὐγού]στου Αὐτοκράτο[ρ]ος πάντα τὰ ἔργα
[ὅσων ἡμῖν ἔκδοσις γ]ίνετ[ε] παρὰ οἱουδήποτε τῶν
[ἐργοδοτῶν ἀναπλη]ρο[ῦ]ν, ἑτοίμου ὄντος τοῦ ἐργοδότου
[ἡμῖν διδόναι τοὺς] συ[ν]αρέσαντας [μ]ισθούς· εἰ δὲ οἱα-
[δήποτε παραίτησις] πα[ρα]γένητε τ[ῷ ἐ]ργολαβήσαντι
25 [ἐπὶ προφάσει αὐτοῦ ε]ἴτ[ε] ἰδιωτεικ[ῇ] εἴτε δημοσία,
[ὑπὲρ αὐτοῦ ἐξ ἡμῶν ὑπεισιέν]αι ἕτερον τεχνίτην τό
[τε κτιζόμενον ἔργον παντ]ε[λ]ῶς ἀν[απ]ληροῦν, δηλονότι
[ἡμῶν ὄντος τοῦ τοῦτο πα]ρα[ιτ]ουμέν[ου], ἤτοι τοῦ ἐναρξ-
[αμένου τούτου τεχ]νίτου ἤ[τ]οι τοῦ ἀ[ν]τ’ αὐτοῦ ὑπεισιόντο[ς],
30 [μηδὲ ἐπισχούσης τὸ ἔ]ργον μηδεμίας ἡμ[ῶ]ν προφάσεω[ς]·
[εἰ δὲ ὁ ἐργολαβήσας] ἅπαξ οἱῳδήποτε τ[ρό]πῳ τὸν ἐρ[γο]-
[δότην κωλύῃ κ]τι[ζ]ομένου καθὼς ἔφημ[εν τοῦ] ἔργου, ἡμ-
[ῶν ὄντος εἴτε τοῦ ἐ]ξ ἀρχῆς ἀρξαμένου εἴτ[ε τοῦ ὑπὲ]ρ οἱου-
[δήποτε τεχν]ίτου ὑπεισιόντος, το[ι]αύτ[ης κωλύσεως]
35 [διδόναι ἡμᾶ]ς μισθοὺς κατὰ τὸ γενόμ[ε]νο[ν μετα]ξὺ
[αὐτοῦ τε τοῦ] ἐργοδότου καὶ αὐτοῦ τοῦ τεχνίτου σύμφω-
[νον· τοῦ δὲ ἐργο]δότου ἀνεξικακοῦντος, ε[ἴ] π[οτ’][φ’ ἑ]πτὰ ἡμέραι[ς]
[κωλύθῃ τοῦ ἔρ]γου, τῷ τεχνίτῃ {ν} τῷ ἐργολαβήσαντει τὸ
[ἔργον ὑπῖναι· εἰ] δὲ συμβῇ καὶ ἀρρωστία περιπεσ[ῖ]ν τὸν τε-
40 [χνίτην], εἴκ[οσι] ἡμέρας περιμένιν τὸν ἐργοδότ[ην], με<τ>ὰ δὲ
[τὴν ἀν]εξι[κ]ακίαν τῶν εἴκοσι ἡμερῶν, εἰ μὲν ὑ[γι]άνῃ
[ἀμελῇ δὲ] το[ῦ] ἐργάζεσθαι ἐπὶ τὸ τ[η]ν[ι]καῦτα, ὑπεισιέναι ἕτερον
[ὡς τοῦ παραιτησ]αμένου ποιούμ[εθα] τὸν λόγον· καὶ παραιτουμένου
[τοῦ ἐργολαβήσαντος, εἰ μ]ηδὲν κατὰ τὰ προγεγραμμένα εὑρεθίη
45 [μήτε πράττων μήτε ἐργαζ]όμενός τις ἐξ ἡμῶν, συν[τ]ιθέμεθα
[κα]ὶ ὁμολογοῦμ[εν ἐκτί]σ̣ιν λόγῳ προστίμου εἰς ἔργα τῆς πόλ[ε]ως,
κ[αὶ] παραυτ[ίκα εἰσπ]ραξόμενον χρυσᾶ νομίσματα ὀκτὼ
[τὸν ἔκδικον ἐγκαλέσι]ν̣ τῷ τῆς [ἀδ]ικίας ἐγκλήματι κατὰ τὰς
[θείας διατά]ξεις οὐδὲν ἧττον καὶ μετὰ τὴν τοῦ προστίμο[υ]
50 [εἴσπραξιν· βεβαί]ας καὶ ἀρραγοῦς καὶ ἀσαλεύτου μενο-
[σης τῆς παρούσης ὁ]μολογίας εἰς τὸ διηνεκές, καὶ ἀναπο-
[τρέπτως τελουμένης] πάντοθεν ἀκόλουθον πᾶσιν τοῖς προ-
[διορισθεῖσιν] κ[αὶ] [μ]ολογηθεῖσιν παρ’ [ἡ]μῶν· καὶ ὑπεθέμεθα
[εἰς τὴν ἔκτισι]ν τοῦ π[ρ]οστίμο[υ], ἐνεχύρου λόγῳ τῷ γενικῷ
55 [καὶ ἰδικῷ], πάντα [ἡμῶ]ν̣ τὰ ὑπάρχοντα καὶ [ὑ]πάρξοντα
[ἐ]ν παν[τὶ] εἴδ[ε]ι καὶ [γέ]νι· καὶ πρὸς τὰ προγεγ[ρα]μμένα
πάντα ἐπερωτηθέντες παρὰ τῆς σῆς θαυμασιότητος ὁμ-
ολο[γ]ήσαμεν τῇδε τῇ ὁ]μολογίᾳ καὶ ἐξομοσίᾳ, ἡμέρᾳ
[καὶ ὑπ]ατ[ί]ᾳ τ[ῇ] προγεγραμμένῃ.
Search Help
Contact Us